Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.48.2 | Hdt. 4.49.2 (English) | >>Hdt. 4.50.4 |
4.49.1 οὗτοι μὲν αὐθιγενέες Σκυθικοὶ ποταμοὶ συμπληθύουσι αὐτόν , ἐκ δὲ Ἀγαθύρσων Μάρις ποταμὸς ῥέων συμμίσγεται τῷ Ἴστρῳ , ἐκ δὲ τοῦ Αἵμου τῶν κορυφέων τρεῖς ἄλλοι μεγάλοι ῥέοντες πρὸς βορέην ἄνεμον ἐσβάλλουσι ἐς αὐτόν , Ἄτλας καὶ Αὔρας καὶ Τίβισις . διὰ δὲ Θρηίκης καὶ Θρηίκων τῶν Κροβύζων ῥέοντες Ἄθρυς καὶ Νόης καὶ Ἀρτάνης ἐκδιδοῦσι ἐς τὸν Ἴστρον · ἐκ δὲ Παιόνων καὶ ὄρεος Ῥοδόπης Κίος ποταμὸς μέσον σχίζων τὸν Αἷμον ἐκδιδοῖ ἐς αὐτόν .
4.49.2 ἐξ Ἰλλυριῶν δὲ ῥέων πρὸς βορέην ἄνεμον Ἄγγρος ποταμὸς ἐσβάλλει ἐς πεδίον τὸ Τριβαλλικὸν καὶ ἐς ποταμὸν Βρόγγον , ὁ δὲ Βρόγγος ἐς τὸν Ἴστρον · οὕτω ἀμφοτέρους ἐόντας μεγάλους ὁ Ἴστρος δέκεται . ἐκ δὲ τῆς κατύπερθε χώρης Ὀμβρικῶν Κάρπις ποταμὸς καὶ ἄλλος Ἄλπις ποταμὸς πρὸς βορέην ἄνεμον καὶ οὗτοι ῥέοντες ἐκδιδοῦσι ἐς αὐτόν ·
4.49.3 ῥέει γὰρ δὴ διὰ πάσης τῆς Εὐρώπης ὁ Ἴστρος , ἀρξάμενος ἐκ Κελτῶν , οἳ ἔσχατοι πρὸς ἡλίου δυσμέων μετὰ Κύνητας οἰκέουσι τῶν ἐν τῇ Εὐρώπῃ · ῥέων δὲ διὰ πάσης τῆς Εὐρώπης ἐς τὰ πλάγια τῆς Σκυθίης ἐσβάλλει .
ch. 50
4.50.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.48.2 | Hdt. 4.49.2 (English) | >>Hdt. 4.50.4 |